Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.59 Joseph. AJ 6.63 (English) >>Joseph. AJ 6.67

6.61θεὸς δὲ πάντων ἄριστος, αἱροῦνται δʼ ἔχειν ἄνθρωπον βασιλέα, ὃς ὡς κτήματι τοῖς ὑποτεταγμένοις κατὰ βούλησιν καὶ ἐπιθυμίαν καὶ τῶν ἄλλων παθῶν ὁρμὴν χρήσεται τῆς ἐξουσίας ἀφειδῶς ἐμφορούμενος, ἀλλʼ οὐχ ὡς ἴδιον ἔργον καὶ κατασκεύασμα τὸ τῶν ἀνθρώπων γένος οὕτως διατηρῆσαι σπουδάσει, θεὸς δὲ κατὰ ταύτην τὴν αἰτίαν κήδοιτο. ἀλλʼ ἐπεὶ δέδοκται ταῦτα ὑμῖν καὶ κεκράτηκεν πρὸς τὸν θεὸν ὕβρις, τάχθητε πάντες κατὰ φυλάς τε καὶ σκῆπτρα καὶ κλήρους βάλετε.” 6.62

Ποιησάντων δὲ τοῦτο τῶν Ἑβραίων τῆς Βενιαμίτιδος κλῆρος ἐξέπεσε, ταύτης δὲ κληρωθείσης ἔλαχεν Ματρὶς καλουμένη πατριὰ, ἧς κατʼ ἄνδρα κληρωθείσης λαγχάνει Κεισαίου βασιλεύειν παῖς Σαοῦλος. 6.63γνοὺς δὲ τοῦθʼ νεανίσκος φθάσας ἐκποδὼν αὑτὸν ἐποίει μὴ βουλόμενος οἶμαι δοκεῖν τὴν ἀρχὴν ἑκὼν λαμβάνειν, ἀλλὰ τοσαύτην ἐνεδείξατο ἐγκράτειαν καὶ σωφροσύνην, ὥστε τῶν πλείστων οὐδʼ ἐπὶ μικραῖς εὐπραγίαις τὴν χαρὰν κατασχεῖν δυναμένων, ἀλλʼ εἰς τὸ πᾶσι γενέσθαι φανεροὺς προπιπτόντων, δʼ οὐ μόνον οὐδὲν ἐνέφηνε τοιοῦτον ἐπὶ βασιλείᾳ καὶ τῷ τοσούτων καὶ τηλικούτων ἐθνῶν ἀποδεδεῖχθαι δεσπότης, ἀλλὰ καὶ τῆς ὄψεως αὑτὸν τῆς τῶν βασιλευθησομένων ἐξέκλεψεν καὶ ζητεῖν αὐτὸν καὶ περὶ τοῦτο πονεῖν παρεσκεύασεν. 6.64ὧν ἀμηχανούντων καὶ φροντιζόντων, ὅτι καὶ γένοιτο ἀφανὴς Σαοῦλος, προφήτης ἱκέτευε τὸν θεὸν δεῖξαι ποῦ ποτʼ εἴη καὶ παρασχεῖν εἰς ἐμφανὲς τὸν νεανίσκον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.59 Joseph. AJ 6.63 (English) >>Joseph. AJ 6.67

Powered by PhiloLogic